<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="377">χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.</l><milestone ed="p" n="378" unit="card"/></q><l n="378"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·</l><l n="379">τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ</l><l n="380">Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·</l><l n="381">οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·</l><l n="382">ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.</l><l n="383">αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν</l><l n="384">βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων</l><l n="385">δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ</l><l n="386">εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι</l><l n="387">ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.</l><l n="388"><milestone ed="P" unit="para"/>Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.</l><l n="389">δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν</l><l n="390">κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,</l><l n="391">ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.</l><l n="392">ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε</l><l n="393">Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.</l><l n="394">οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον</l><l n="395">ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·</l><l n="396">οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο</l><l n="397">οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην·</l><l n="398">οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι</l><l n="399">ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,</l><l n="400">ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ</l><l n="401">δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν.</l><milestone ed="p" n="402" unit="card"/><l n="402"><milestone ed="P" unit="para"/>Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ</l><l n="403">ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε,</l><l n="404">τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,</l><l n="405">ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου·</l><l n="406">τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δʼ Ἕκτωρ,</l><l n="407">ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,</l><l n="408">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.</l><l n="409">τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας</l><l n="410">χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν</l><l n="411">πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας</l><l n="412">στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,</l><l n="413">στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ.</l><l n="414">ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς</l><l n="415">πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ</l><l n="416">ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται</l><l n="417">ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,</l><l n="418">ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·</l><l n="419">χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη</l><l n="420">καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.</l><l n="421">οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν</l><l n="422">ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς</l><l n="423">αἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν</l><l n="424">οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι</l><l n="425">Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ</l><l n="426">Σαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.</l><l n="427">τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν</l><l n="428">ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δʼ ἄρʼ ἑταῖροι</l><l n="429">χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππους</l><l n="430">ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο</l><l n="431">ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·</l><l n="432">οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.</l><l n="433"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο</l><l n="434">Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,</l><l n="435">ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ</l><l n="436">χεῦαν· ὃ δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν,</l><l n="437">ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν·</l><l n="438">αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε</l><l n="439">νὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα.</l><milestone ed="p" n="440" unit="card"/><l n="440"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα</l><l n="441">μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="442">ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας</l><l n="443">Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι</l><l n="444">Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων</l><l n="445">Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.</l><l n="446">τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="447">οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ</l><l n="448">Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.</l><l n="449">τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ</l><l n="450">Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον</l><l n="451">υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος</l><l n="452">ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="453">Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="454">οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο</l><l n="455">χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,</l><l n="456">ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω</l><l n="457">αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.</l></q><l n="458"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·</l><l n="459">Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε</l><l n="460">τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.</l><l n="461">καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="462">Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν</l><l n="463">λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς</l><l n="464">Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.</l><l n="465">τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,</l><l n="466">νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·</l><l n="467">τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε</l><l n="468">οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.</l><l n="469">Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·</l><q><l n="470">φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες</l><l n="471">ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι</l><l n="472">ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,</l><l n="473">ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο</l><l n="474">ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.</l></q></div></div></body></text></TEI>