<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="373">κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες</l><l n="374">ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ</l><l n="375">Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.</l><l n="376">ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ,</l><l n="377">χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.</l><milestone ed="p" n="378" unit="card"/></q><l n="378"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·</l><l n="379">τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ</l><l n="380">Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·</l><l n="381">οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·</l><l n="382">ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.</l><l n="383">αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν</l><l n="384">βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων</l><l n="385">δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ</l><l n="386">εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι</l><l n="387">ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.</l><l n="388"><milestone ed="P" unit="para"/>Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.</l><l n="389">δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν</l><l n="390">κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,</l><l n="391">ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.</l><l n="392">ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε</l><l n="393">Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.</l><l n="394">οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον</l></div></div></body></text></TEI>