κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα. ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ, χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων· οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον· ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας. Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ. δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ, ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων. ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ. οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον