<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><l n="351">καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι.</l><milestone ed="p" n="352" unit="card"/><l n="352"><milestone ed="P" unit="para"/>ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,</l><l n="353">ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·</l><l n="354">βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος</l><l n="355">ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·</l><l n="356">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="357">πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,</l><l n="358">καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει</l><l n="359">Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα·</l><l n="360">Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.</l></q><l n="361"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,</l><l n="362">τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.</l><l n="363">αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·</l><q><l n="364">Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην</l><l n="365">Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;</l><l n="366">ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς</l><l n="367">νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·</l><l n="368">κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι</l><l n="369">ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.</l><l n="370">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="371">ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται</l><l n="372">ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι</l></q></div></div></body></text></TEI>