τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα· πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη. ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν· ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι. ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε. τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο