<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="321">οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,</l><l n="322">ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·</l><l n="323">οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ,</l><l n="324">ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·</l><l n="325">ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·</l><l n="326">οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,</l><l n="327">οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,</l><l n="328">ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.</l></q><l n="329"><milestone ed="P" unit="para"/>τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="330">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="331">εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι</l><l n="332">Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·</l><l n="333">πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων</l><l n="334">εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν</l><l n="335">πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην</l><l n="336">ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.</l><l n="337">ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,</l><l n="338">ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν</l><l n="339">Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·</l><l n="340">ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.</l></q><l n="341"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="342">Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν</l><l n="343">ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω</l><l n="344">χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,</l><l n="345">οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.</l></q><l n="346"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·</l><l n="347">τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,</l><l n="348">λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον</l><l n="349">πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.</l><l n="350">τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο</l><l n="351">καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι.</l><milestone ed="p" n="352" unit="card"/><l n="352"><milestone ed="P" unit="para"/>ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,</l><l n="353">ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·</l><l n="354">βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος</l><l n="355">ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·</l><l n="356">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="357">πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,</l><l n="358">καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει</l><l n="359">Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα·</l><l n="360">Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.</l></q><l n="361"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,</l><l n="362">τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.</l><l n="363">αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·</l><q><l n="364">Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην</l><l n="365">Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;</l><l n="366">ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς</l><l n="367">νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·</l><l n="368">κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι</l><l n="369">ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.</l><l n="370">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="371">ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται</l><l n="372">ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι</l><l n="373">κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες</l><l n="374">ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ</l><l n="375">Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.</l><l n="376">ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ,</l><l n="377">χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.</l><milestone ed="p" n="378" unit="card"/></q><l n="378"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·</l><l n="379">τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ</l><l n="380">Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·</l><l n="381">οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·</l><l n="382">ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.</l><l n="383">αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν</l><l n="384">βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων</l><l n="385">δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ</l><l n="386">εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι</l><l n="387">ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.</l><l n="388"><milestone ed="P" unit="para"/>Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.</l><l n="389">δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν</l><l n="390">κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,</l><l n="391">ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.</l><l n="392">ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε</l><l n="393">Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.</l><l n="394">οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον</l><l n="395">ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·</l><l n="396">οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο</l><l n="397">οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην·</l><l n="398">οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι</l><l n="399">ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,</l><l n="400">ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ</l><l n="401">δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν.</l><milestone ed="p" n="402" unit="card"/><l n="402"><milestone ed="P" unit="para"/>Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ</l><l n="403">ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε,</l><l n="404">τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,</l><l n="405">ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου·</l><l n="406">τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δʼ Ἕκτωρ,</l><l n="407">ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,</l><l n="408">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.</l><l n="409">τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας</l><l n="410">χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν</l><l n="411">πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας</l><l n="412">στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,</l><l n="413">στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ.</l><l n="414">ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς</l><l n="415">πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ</l><l n="416">ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται</l><l n="417">ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,</l><l n="418">ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·</l><l n="419">χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη</l><l n="420">καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.</l><l n="421">οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν</l><l n="422">ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς</l><l n="423">αἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν</l><l n="424">οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι</l><l n="425">Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ</l><l n="426">Σαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.</l><l n="427">τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν</l><l n="428">ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δʼ ἄρʼ ἑταῖροι</l><l n="429">χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππους</l><l n="430">ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο</l><l n="431">ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·</l><l n="432">οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.</l><l n="433"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο</l><l n="434">Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,</l><l n="435">ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ</l><l n="436">χεῦαν· ὃ δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν,</l><l n="437">ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν·</l><l n="438">αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε</l><l n="439">νὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα.</l><milestone ed="p" n="440" unit="card"/><l n="440"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα</l><l n="441">μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="442">ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας</l><l n="443">Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι</l><l n="444">Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων</l><l n="445">Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.</l><l n="446">τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="447">οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ</l><l n="448">Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.</l><l n="449">τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ</l><l n="450">Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον</l><l n="451">υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος</l><l n="452">ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="453">Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="454">οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο</l><l n="455">χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,</l><l n="456">ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω</l><l n="457">αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.</l></q><l n="458"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·</l><l n="459">Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε</l><l n="460">τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.</l><l n="461">καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="462">Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν</l><l n="463">λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς</l><l n="464">Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.</l><l n="465">τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,</l><l n="466">νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·</l><l n="467">τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε</l><l n="468">οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.</l><l n="469">Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·</l><q><l n="470">φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες</l><l n="471">ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι</l><l n="472">ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,</l><l n="473">ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο</l><l n="474">ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.</l></q><milestone ed="p" n="475" unit="card"/><l n="475"><milestone ed="P" unit="para"/>ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν.</l><l n="476">ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ</l><l n="477">ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν.</l><l n="478">τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="479">Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι</l><l n="480">οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς</l><l n="481">ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.</l><l n="482">φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει</l><l n="483">ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ</l><l n="484">δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ</l><l n="485">γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.</l></q><l n="486"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·</l><l n="487">Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·</l><l n="488">ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν</l><l n="489">Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα</l><l n="490">υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα</l><l n="491">Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·</l><l n="492">τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.</l><l n="493">τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,</l><l n="494">ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ</l><l n="495">καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας</l><l n="496">ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="497">αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε</l><l n="498">αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος</l><l n="499">ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν</l><l n="500">πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="501">εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος</l><l n="502">πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·</l><l n="503">οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο</l><l n="504">ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ</l><l n="505">ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.</l><milestone ed="p" n="506" unit="card"/></q><l n="506"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,</l><l n="507">πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.</l><l n="508"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="509">ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν</l><l n="510">ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.</l><l n="511">Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα</l><l n="512">Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·</l><l n="513">Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·</l><l n="514">Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,</l><l n="515">Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην·</l><l n="516">Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν</l><l n="517">οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε</l><l n="518">δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν</l><l n="519">ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="520">πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·</l><l n="521">οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν</l><l n="522">ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.</l></div><div type="textpart" subtype="Book" n="15"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν</l><l n="2">φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,</l><l n="3">οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες</l><l n="4">χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς</l><l n="5">Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,</l><l n="6">στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς</l><l n="7">τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν</l><l n="8">Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·</l><l n="9">Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι</l><l n="10">εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων</l><l n="11">αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.</l><l n="12">τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="13">δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·</l><q><l n="14">ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη</l><l n="15">Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.</l><l n="16">οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς</l><l n="17">πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.</l><l n="18">ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν</l><l n="19">ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα</l><l n="20">χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν</l><l n="21">ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,</l><l n="22">λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι</l><l n="23">ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται</l><l n="24">γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει</l><l n="25">ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,</l><l n="26">τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας</l><l n="27">πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,</l><l n="28">καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.</l><l n="29">τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις</l><l n="30">Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.</l><l n="31">τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,</l><l n="32">ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,</l><l n="33">ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.</l><milestone ed="p" n="34" unit="card"/></q><l n="34"><milestone ed="P" unit="para"/>ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="35">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="36">ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="37">καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος</l><l n="38">ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,</l><l n="39">σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν</l><l n="40">κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·</l><l n="41">μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων</l><l n="42">πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,</l><l n="43">ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,</l><l n="44">τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.</l><l n="45">αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην</l><l n="46">τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.</l></q><l n="47"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="48">καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="49">εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="50">ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις,</l><l n="51">τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,</l><l n="52">αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.</l><l n="53">ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,</l><l n="54">ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον</l><l n="55">Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,</l><l n="56">ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="57">ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι</l><l n="58">παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι,</l><l n="59">Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,</l><l n="60">αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων</l><l n="61">αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς</l><l n="62">αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,</l><l n="63">φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι</l><l n="64">Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον</l><l n="65">Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ</l><l n="66">Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς</l><l n="67">τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.</l><l n="68">τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.</l><l n="69">ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν</l><l n="70">αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ Ἀχαιοὶ</l><l n="71">Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.</l><l n="72">τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον</l><l n="73">ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω</l><l n="74">πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,</l><l n="75">ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι,</l><l n="76">ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,</l><l n="77">λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.</l><milestone ed="p" n="78" unit="card"/></q><l n="78"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="79">βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.</l><l n="80">ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν</l><l n="81">γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ</l><l n="82"><q>ἔνθʼ εἴην ἢ ἔνθα,</q> μενοινήῃσί τε πολλά,</l><l n="83">ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·</l><l n="84">ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν</l><l n="85">ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες</l><l n="86">πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.</l><l n="87">ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ</l><l n="88">δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,</l><l n="89">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="90">Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·</l><l n="91">ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.</l></q><l n="92"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη·</l><q><l n="93">μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ</l><l n="94">οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.</l><l n="95">ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·</l><l n="96">ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν</l><l n="97">οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι</l><l n="98">πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν</l><l n="99">οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.</l></q><l n="100"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,</l><l n="101">ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε</l><l n="102">χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν</l><l n="103">ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·</l><q><l n="104">νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·</l><l n="105">ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες</l><l n="106">ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει</l><l n="107">οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι</l><l n="108">κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.</l><l n="109">τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.</l><l n="110">ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι·</l><l n="111">υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν</l><l n="112">Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.</l><milestone ed="p" n="113" unit="card"/></q><l n="113"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ</l><l n="114">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l><q><l n="115">μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="116">τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="117">εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ</l><l n="118">κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν.</l></q><l n="119"><milestone ed="P" unit="para"/>ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε</l><l n="120">ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.</l><l n="121">ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος</l><l n="122">πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,</l><l n="123">εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν</l><l n="124">ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,</l><l n="125">τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων,</l><l n="126">ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα</l><l n="127">χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·</l><q><l n="128">μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως</l><l n="129">οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.</l><l n="130">οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη</l><l n="131">ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;</l><l n="132">ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ</l><l n="133">ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,</l><l n="134">αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;</l><l n="135">αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς</l><l n="136">λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,</l><l n="137">μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.</l><l n="138">τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·</l><l n="139">ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων</l><l n="140">ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ</l><l n="141">πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.</l></q><l n="142"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.</l><l n="143">Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς</l><l n="144">Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,</l><l n="145">καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="146">Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·</l><l n="147">αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,</l><l n="148">ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.</l><milestone ed="p" n="149" unit="card"/></q><l n="149"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,</l><l n="150">ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.</l><l n="151">Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,</l><l n="152">εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ</l><l n="153">ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.</l><l n="154">τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο</l><l n="155">στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,</l><l n="156">ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.</l><l n="157">Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="158">βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι</l><l n="159">πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.</l><l n="160">παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο</l><l n="161">ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.</l><l n="162">εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,</l><l n="163">φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="164">μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ</l><l n="165">μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι</l><l n="166">καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ</l><l n="167">ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.</l></q><l n="168"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,</l><l n="169">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.</l><l n="170">ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα</l><l n="171">ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,</l><l n="172">ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,</l><l n="173">ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·</l><q><l n="174">ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα</l><l n="175">ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.</l><l n="176">παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο</l><l n="177">ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.</l><l n="178">εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,</l><l n="179">ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων</l><l n="180">ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε</l><l n="181">χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι</l><l n="182">καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ</l><l n="183">ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.</l></q><milestone ed="p" n="184" unit="card"/><l n="184"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·</l><q><l n="185">ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν</l><l n="186">εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.</l><l n="187">τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα</l><l n="188">Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.</l><l n="189">τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·</l><l n="190">ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ</l><l n="191">παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,</l><l n="192">Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·</l><l n="193">γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.</l><l n="194">τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος</l><l n="195">καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.</l><l n="196">χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·</l></q></div></div></body></text></TEI>