<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><l n="32">εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.</l><l n="33">οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας</l><l n="34">αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·</l><l n="35">τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης</l><l n="36">ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.</l><l n="37">τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο</l><l n="38">ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι</l><l n="39">θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς</l><l n="40">Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="41">τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="42">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="43">τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;</l><l n="44">δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,</l><l n="45">ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων</l><l n="46">μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι</l><l n="47">πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.</l><l n="48">κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.</l><l n="49">ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="50">ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς</l><l n="51">οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.</l></q><l n="52"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="53">ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως</l><l n="54">Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.</l><l n="55">τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν</l><l n="56">ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·</l><l n="57">οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι</l><l n="58">νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων</l><l n="59">ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,</l><l n="60">ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.</l><l n="61">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα</l><l n="62">εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω</l><l n="63">δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="65">Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,</l></q></div></div></body></text></TEI>