εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί· τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι. τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων· ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις; δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ, ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο. τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται, ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,