<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="307">ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης</l><l n="308">ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.</l><l n="309">νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,</l><l n="310">μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ</l><l n="311">οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.</l></q><milestone ed="p" n="312" unit="card"/><l n="312"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="313">Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,</l><l n="314">νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.</l><l n="315">οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς</l><l n="316">θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,</l><l n="317">οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,</l><l n="318">ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον·</l><l n="319">οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,</l><l n="320">ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·</l><l n="321">οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,</l><l n="322">ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·</l><l n="323">οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ,</l><l n="324">ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·</l><l n="325">ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·</l><l n="326">οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,</l><l n="327">οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,</l><l n="328">ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.</l></q></div></div></body></text></TEI>