ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν. νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω, μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε. οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον· οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν· οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν· οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ, ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα· ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν· οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς, ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα· πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη. ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν