<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="271">ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,</l><l n="272">χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,</l><l n="273">τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες</l><l n="274">μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,</l><l n="275">ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων</l><l n="276">Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.</l></q><l n="277"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="278">ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας</l><l n="279">τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.</l><l n="280">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="281">τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε</l><l n="282">ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.</l><l n="283">Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν</l><l n="284">Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου</l><l n="285">βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.</l><l n="286">ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι</l><l n="287">εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ</l><l n="288">μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·</l><l n="289">ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν</l><l n="290">ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι</l><l n="291">χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.</l><l n="292"><milestone ed="P" unit="para"/>Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον</l><l n="293">Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.</l><l n="294">ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,</l><l n="295">οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι</l><l n="296">εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.</l><l n="297">στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="298">Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;</l><l n="299">ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.</l></q><l n="300"><milestone ed="P" unit="para"/>τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="301">ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,</l><l n="302">Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,</l><l n="303">οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·</l><l n="304">τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·</l></q></div></div></body></text></TEI>