<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="236">κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ</l><l n="237">αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.</l><l n="238">δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ</l><l n="239">χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις</l><l n="240">τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,</l><l n="241">τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.</l></q><milestone ed="p" n="242" unit="card"/><l n="242"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·</l><q><l n="243">Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο</l><l n="244">ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων</l><l n="245">ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα</l><l n="246">Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·</l><l n="247">Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην</l><l n="248">οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.</l><l n="249">ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ</l><l n="250">ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς</l><l n="251">ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.</l><l n="252">ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο</l><l n="253">νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ</l><l n="254">ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,</l><l n="255">καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας</l><l n="256">νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε</l><l n="257">ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων</l><l n="258">ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,</l><l n="259">εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·</l><l n="260">τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.</l><l n="261">ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.</l><l n="262">νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.</l></q><l n="263"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·</l><q><l n="264">Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;</l><l n="265">ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν</l><l n="266">ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;</l><l n="267">ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων</l><l n="268">δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.</l><milestone ed="p" n="270" unit="card"/></q><l n="270"><milestone ed="P" unit="para"/>ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·</l></div></div></body></text></TEI>