ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι. δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων. τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος· Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται· Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας. ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ, εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν· τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ. ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι. νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι. τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη· Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς; ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο; ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν. ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα· ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες, ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον. Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη. ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν· ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν. Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς. ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας. στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις; ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης, Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον· τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν. νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω, μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε. οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον· οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν· οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν· οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ, ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα· ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν· οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς, ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα· πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη. ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν· ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι. ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε. τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι. ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ, ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν· βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ· ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε, καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα· Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι. ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων, τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν. αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν· Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται; ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ· κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα. ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ,