<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><l n="232">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="233">Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων,</l><l n="234">ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν</l><l n="235">πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.</l><l n="236">κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ</l><l n="237">αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.</l><l n="238">δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ</l><l n="239">χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις</l><l n="240">τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,</l><l n="241">τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.</l></q><milestone ed="p" n="242" unit="card"/><l n="242"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·</l><q><l n="243">Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο</l><l n="244">ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων</l><l n="245">ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα</l><l n="246">Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·</l><l n="247">Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην</l><l n="248">οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.</l><l n="249">ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ</l><l n="250">ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς</l><l n="251">ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.</l><l n="252">ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο</l><l n="253">νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ</l><l n="254">ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,</l><l n="255">καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας</l><l n="256">νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε</l><l n="257">ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων</l><l n="258">ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,</l><l n="259">εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·</l><l n="260">τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.</l><l n="261">ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.</l><l n="262">νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.</l></q><l n="263"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·</l><q><l n="264">Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;</l><l n="265">ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν</l><l n="266">ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;</l><l n="267">ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων</l><l n="268">δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.</l><milestone ed="p" n="270" unit="card"/></q><l n="270"><milestone ed="P" unit="para"/>ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·</l><q><l n="271">ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,</l><l n="272">χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,</l><l n="273">τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες</l><l n="274">μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,</l><l n="275">ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων</l><l n="276">Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.</l></q><l n="277"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="278">ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας</l><l n="279">τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.</l><l n="280">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="281">τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε</l><l n="282">ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.</l><l n="283">Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν</l><l n="284">Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου</l><l n="285">βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.</l><l n="286">ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι</l><l n="287">εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ</l><l n="288">μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·</l><l n="289">ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν</l><l n="290">ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι</l><l n="291">χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.</l><l n="292"><milestone ed="P" unit="para"/>Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον</l><l n="293">Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.</l><l n="294">ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,</l><l n="295">οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι</l><l n="296">εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.</l><l n="297">στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="298">Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;</l><l n="299">ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.</l></q><l n="300"><milestone ed="P" unit="para"/>τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="301">ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,</l><l n="302">Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,</l><l n="303">οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·</l><l n="304">τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·</l><l n="305">ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται</l><l n="306">εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.</l><l n="307">ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης</l><l n="308">ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.</l><l n="309">νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,</l><l n="310">μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ</l><l n="311">οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.</l></q><milestone ed="p" n="312" unit="card"/><l n="312"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="313">Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,</l><l n="314">νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.</l><l n="315">οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς</l><l n="316">θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,</l><l n="317">οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,</l><l n="318">ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον·</l><l n="319">οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,</l><l n="320">ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·</l></q></div></div></body></text></TEI>