ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων, ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι. δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων. τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος· Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται· Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας. ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ, εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν· τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ. ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι. νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι. τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη· Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς; ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο; ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν. ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα· ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες, ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον. Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη. ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν· ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν. Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς. ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας. στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις; ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης, Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον· τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν. νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω, μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε. οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον· οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·