ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο· ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων. τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς. ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη, μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ. ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη, Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν· ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα, Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος. ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο, ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων, ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι. δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων. τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος· Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται· Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας. ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο