<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="202">οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον</l><l n="203">δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς</l><l n="204">γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·</l><l n="205">τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·</l><l n="206">ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται</l><l n="207">εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.</l><l n="208">εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ</l><l n="209">εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,</l><l n="210">αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.</l></q><l n="211"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·</l><q><l n="212">οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·</l><l n="213">Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.</l></q><l n="214"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα</l><l n="215">ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·</l><l n="216">ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς</l><l n="217">πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.</l><l n="218">τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="219">τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ</l><l n="220">ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι</l><l n="221">ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.</l></q><l n="222"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="223">μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.</l><l n="224"><milestone ed="P" unit="para"/>ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,</l><l n="225">Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,</l><l n="226">Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν</l><l n="227">σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα</l><l n="228">ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·</l><l n="229">ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,</l><l n="230">Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.</l><l n="231">ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,</l><l n="232">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="233">Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων,</l><l n="234">ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν</l><l n="235">πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.</l></q></div></div></body></text></TEI>