<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><l n="20">ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν</l><l n="21">διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,</l><l n="22">ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.</l><l n="23">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="24">βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον</l><l n="25">μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς</l><l n="26">νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.</l><milestone ed="p" n="27" unit="card"/><l n="27"><milestone ed="P" unit="para"/>Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες</l><l n="28">πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ</l><l n="29">Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.</l><l n="30">πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες</l><l n="31">θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ</l><l n="32">εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.</l><l n="33">οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας</l><l n="34">αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·</l><l n="35">τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης</l><l n="36">ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.</l><l n="37">τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο</l><l n="38">ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι</l><l n="39">θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς</l><l n="40">Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="41">τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·</l></div></div></body></text></TEI>