<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="196">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l></q><l n="197"><milestone ed="P" unit="para"/>τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="198">δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας</l><l n="199">δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.</l><l n="200">εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,</l><l n="201">Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,</l><l n="202">οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον</l><l n="203">δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς</l><l n="204">γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·</l><l n="205">τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·</l><l n="206">ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται</l><l n="207">εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.</l><l n="208">εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ</l><l n="209">εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,</l><l n="210">αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.</l></q><l n="211"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·</l><q><l n="212">οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·</l><l n="213">Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.</l></q><l n="214"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα</l><l n="215">ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·</l><l n="216">ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς</l><l n="217">πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.</l></div></div></body></text></TEI>