<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><l n="152">καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.</l><milestone ed="p" n="154" unit="card"/><l n="153"><milestone ed="P" unit="para"/>Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι</l><l n="154">στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω</l><l n="155">τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν</l><l n="156">αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·</l><l n="157">Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης</l><l n="158">ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.</l><l n="159">μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="160">ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·</l><l n="161">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ</l><l n="162">ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,</l><l n="163">εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι</l><l n="164">ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε</l><l n="165">χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.</l><l n="166">βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν</l><l n="167">Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε</l><l n="168">κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·</l><l n="169">ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.</l><l n="170">ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος</l><l n="171">λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ</l><l n="172">ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·</l><l n="173">τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ</l><l n="174">ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.</l><l n="175">τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας</l><l n="176">πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς</l><l n="177">καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.</l><l n="178">ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη</l><l n="179">ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·</l><l n="180">χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.</l><l n="181">ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,</l><l n="182">ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι</l><l n="183">τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.</l><l n="184">κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων</l><l n="185">καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·</l></div></div></body></text></TEI>