καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ· Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ. μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο· ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν, εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι. βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν· ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς. ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν· τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ