<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="108">ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.</l></q><l n="109"><milestone ed="P" unit="para"/>τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="110">ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε</l><l n="111">πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος</l><l n="112">οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·</l><l n="113">πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι</l><l n="114">Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.</l><l n="115">πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,</l><l n="116">οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι</l><l n="117">Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς</l><l n="118">πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.</l><l n="119">ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη</l><l n="120">πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.</l><l n="121">Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα</l><l n="122">ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι</l><l n="123">πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,</l><l n="124">πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς</l><l n="125">ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.</l><l n="126">τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες</l><l n="127">μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.</l><l n="128">δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.</l><l n="129">ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος</l></q></div></div></body></text></TEI>