<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="835">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο</l><l n="836">ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.</l><l n="837">ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.</l></div><div type="textpart" subtype="Book" n="14"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,</l><l n="2">ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="3">φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·</l><l n="4">μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.</l><l n="5">ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον</l><l n="6">εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη</l><l n="7">θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·</l><l n="8">αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.</l></q><l n="9"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο</l><l n="10">κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο</l><l n="11">χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.</l><l n="12">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="13">στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς</l><l n="14">τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε</l><l n="15">Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.</l><l n="16">ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ</l><l n="17">ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα</l><l n="18">αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,</l><l n="19">πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,</l></div></div></body></text></TEI>