θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους, οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ· Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες· εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη, τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων, ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν. ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους. ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς. Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης, ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα· φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα· μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν. ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα· αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν. ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.