ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν. ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους, οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ· Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες· εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη, τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων, ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν. ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.