<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="801">χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.</l><l n="802">Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ</l><l n="803">Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="804">ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·</l><l n="805">ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.</l><l n="806">πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,</l><l n="807">εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·</l><l n="808">ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="809">Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·</l><q><l n="810">δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως</l><l n="811">Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,</l><l n="812">ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.</l><l n="813">ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν</l><l n="814">νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.</l><l n="815">ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ</l><l n="816">χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.</l><l n="817">σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων</l><l n="818">ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι</l><l n="819">θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,</l><l n="820">οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.</l><milestone ed="p" n="821" unit="card"/></q><l n="821"><milestone ed="P" unit="para"/>ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις</l><l n="822">αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν</l><l n="823">θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·</l><q><l n="824">Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·</l><l n="825">εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο</l><l n="826">εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,</l><l n="827">τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,</l><l n="828">ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι</l><l n="829">πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς</l><l n="830">μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα</l><l n="831">δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς</l><l n="832">δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="833"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="834">ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.</l></div></div></body></text></TEI>