<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="8">οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν</l><l n="9">ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.</l><l n="10"><milestone ed="P" unit="para"/>οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·</l><l n="11">καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε</l><l n="12">ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης</l><l n="13">Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,</l><l n="14">φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.</l><l n="15">ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς</l><l n="16">Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.</l><l n="17"><milestone ed="P" unit="para"/>αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος</l><l n="18">κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη</l><l n="19">ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.</l><l n="20">τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ</l><l n="21">Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης</l><l n="22">χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.</l><l n="23">ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω</l><l n="24">ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,</l><l n="25">χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην</l><l n="26">χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,</l><l n="27">βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ</l><l n="28">πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·</l><l n="29">γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο</l><l n="30">ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·</l><l n="31">τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.</l><milestone ed="p" n="32" unit="card"/><l n="32"><milestone ed="P" unit="para"/>ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης</l><l n="33">μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·</l><l n="34">ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων</l><l n="35">λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ</l><l n="36">ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας</l><l n="37">ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν</l><l n="38">νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.</l></div></div></body></text></TEI>