<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="797">θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ</l><l n="798">κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης</l><l n="799">κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·</l><l n="800">ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,</l><l n="801">χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.</l><l n="802">Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ</l><l n="803">Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="804">ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·</l><l n="805">ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.</l><l n="806">πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,</l><l n="807">εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·</l><l n="808">ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="809">Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·</l><q><l n="810">δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως</l><l n="811">Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,</l><l n="812">ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.</l><l n="813">ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν</l><l n="814">νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.</l><l n="815">ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ</l><l n="816">χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.</l><l n="817">σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων</l><l n="818">ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι</l><l n="819">θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,</l><l n="820">οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.</l><milestone ed="p" n="821" unit="card"/></q><l n="821"><milestone ed="P" unit="para"/>ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις</l><l n="822">αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν</l><l n="823">θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·</l><q><l n="824">Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·</l><l n="825">εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο</l><l n="826">εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,</l><l n="827">τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,</l><l n="828">ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι</l><l n="829">πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς</l><l n="830">μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα</l><l n="831">δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς</l><l n="832">δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="833"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="834">ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.</l><l n="835">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο</l><l n="836">ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.</l><l n="837">ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.</l></div><div type="textpart" subtype="Book" n="14"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,</l><l n="2">ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="3">φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·</l><l n="4">μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.</l><l n="5">ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον</l><l n="6">εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη</l><l n="7">θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·</l><l n="8">αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.</l></q><l n="9"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο</l><l n="10">κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο</l><l n="11">χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.</l><l n="12">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="13">στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς</l><l n="14">τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε</l><l n="15">Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.</l><l n="16">ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ</l><l n="17">ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα</l><l n="18">αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,</l><l n="19">πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,</l><l n="20">ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν</l><l n="21">διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,</l><l n="22">ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.</l><l n="23">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="24">βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον</l><l n="25">μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς</l><l n="26">νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.</l><milestone ed="p" n="27" unit="card"/><l n="27"><milestone ed="P" unit="para"/>Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες</l><l n="28">πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ</l><l n="29">Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.</l><l n="30">πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες</l><l n="31">θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ</l><l n="32">εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.</l><l n="33">οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας</l><l n="34">αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·</l><l n="35">τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης</l><l n="36">ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.</l><l n="37">τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο</l><l n="38">ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι</l><l n="39">θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς</l><l n="40">Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="41">τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="42">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="43">τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;</l><l n="44">δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,</l><l n="45">ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων</l><l n="46">μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι</l><l n="47">πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.</l><l n="48">κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.</l><l n="49">ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l></q></div></div></body></text></TEI>