<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><q><l n="77">οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι</l><l n="78">μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν</l><l n="79">ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος</l><l n="80">Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.</l><milestone ed="p" n="81" unit="card"/></q><l n="81"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον</l><l n="82">χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·</l><l n="83">τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,</l><l n="84">οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.</l><l n="85">τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,</l><l n="86">καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι</l><l n="87">Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.</l><l n="88">τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·</l><l n="89">οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων</l><l n="90">ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.</l><l n="91">Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων</l><l n="92">Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε</l><l n="93">Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·</l><l n="94">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="95">αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε</l><l n="96">μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·</l><l n="97">εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,</l><l n="98">νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.</l><l n="99">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι</l><l n="100">δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,</l><l n="101">Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ</l><l n="102">φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην</l><l n="103">θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται</l><l n="104">αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·</l><l n="105">ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν</l><l n="106">μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·</l><l n="107">νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται</l><l n="108">ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,</l><l n="109">οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι</l><l n="110">νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.</l><l n="111">ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν</l><l n="112">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="113">οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,</l><l n="114">ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.</l><l n="115">ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.</l><l n="116">ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς</l><l n="117">πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε</l><l n="118">ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη</l><l n="119">λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.</l><l n="120">ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον</l><l n="121">τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος</l><l n="122">αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.</l><l n="123">Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει</l><l n="124">καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.</l><milestone ed="p" n="125" unit="card"/></q><l n="125"><milestone ed="P" unit="para"/>ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.</l><l n="126">ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες</l><l n="127">καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν</l><l n="128">οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι</l><l n="129">κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,</l><l n="130">φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·</l><l n="131">ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·</l><l n="132">ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι</l><l n="133">νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·</l><l n="134">ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν</l><l n="135">σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.</l><l n="136"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ</l><l n="137">ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,</l><l n="138">ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ</l><l n="139">ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·</l><l n="140">ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ</l><l n="141">ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται</l><l n="142">ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·</l><l n="143">ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης</l><l n="144">ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν</l><l n="145">κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι</l><l n="146">στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν</l><l n="147">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν</l><l n="148">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><l n="149">ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·</l><q><l n="150">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="151">παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ</l><l n="152">καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,</l><l n="153">ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με</l><l n="154">ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.</l><milestone ed="p" n="155" unit="card"/></q><l n="155"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="156">Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει</l><l n="157">Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="158">κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.</l><l n="159">Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ</l><l n="160">καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="161">ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν</l><l n="162">ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ</l><l n="163">ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ</l><l n="164">ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως</l><l n="165">ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς</l><l n="166">ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.</l></div></div></body></text></TEI>