<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><q><l n="769">Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ</l><l n="770">ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος</l><l n="771">Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;</l><l n="772">ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης</l><l n="773">Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.</l></q><l n="774"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="775">Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,</l><l n="776">ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο</l><l n="777">μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·</l><l n="778">ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,</l><l n="779">ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι</l><l n="780">νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.</l><l n="781">οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος</l><l n="782">οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν</l><l n="783">ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.</l><l n="784">νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·</l><l n="785">ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι</l><l n="786">ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.</l><l n="787">πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.</l><milestone ed="p" n="788" unit="card"/></q><l n="788"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·</l><l n="789">βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν</l><l n="790">ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα</l></div></div></body></text></TEI>