τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι· Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός; ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ· ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων, ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς. οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων. νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει· ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι. πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν. ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως· βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος, οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι. οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ, ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ, θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα· ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι, χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο. Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός· ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ. πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων, εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι· ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων· δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν, ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί. ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν. ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους, οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ· Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες· εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη, τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων, ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν. ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους. ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς. Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης, ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα· φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα· μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν. ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα· αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν. ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν. ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε, πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον, ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων, ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι. Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων. πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί· τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι. τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων· ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις; δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ, ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο. τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται, ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται, τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος, ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς. ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν, οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν, ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας. οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα. βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων· οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος. οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά; σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις· νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες· ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης, ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων, ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης. ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν. τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν. νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη. τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν· πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει. πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς