<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><q><l n="751">Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,</l><l n="752">αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·</l><l n="753">αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.</l></q><milestone ed="p" n="754" unit="card"/><l n="754"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς</l><l n="755">κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.</l><l n="756">οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα</l><l n="757">πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.</l><l n="758">αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος</l><l n="759">Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν</l><l n="760">φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.</l><l n="761">τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·</l><l n="762">ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν</l><l n="763">χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,</l><l n="764">οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.</l><l n="765">τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης</l><l n="766">δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο</l><l n="767">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,</l><l n="768">ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·</l><q><l n="769">Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ</l><l n="770">ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος</l><l n="771">Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;</l><l n="772">ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης</l><l n="773">Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.</l></q><l n="774"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="775">Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,</l><l n="776">ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο</l><l n="777">μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·</l><l n="778">ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,</l><l n="779">ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι</l><l n="780">νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.</l><l n="781">οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος</l><l n="782">οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν</l><l n="783">ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.</l><l n="784">νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·</l></q></div></div></body></text></TEI>