<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><q><l n="747">μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.</l></q><l n="748"><milestone ed="P" unit="para"/>ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,</l><l n="749">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε</l><l n="750">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="751">Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,</l><l n="752">αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·</l><l n="753">αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.</l></q><milestone ed="p" n="754" unit="card"/><l n="754"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς</l><l n="755">κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.</l><l n="756">οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα</l><l n="757">πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.</l><l n="758">αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος</l><l n="759">Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν</l><l n="760">φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.</l><l n="761">τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·</l><l n="762">ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν</l><l n="763">χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,</l><l n="764">οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.</l><l n="765">τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης</l><l n="766">δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο</l><l n="767">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,</l><l n="768">ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·</l></div></div></body></text></TEI>