ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι, καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε· Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας. ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους· ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω. ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους, αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω. ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων. οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν. αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι. τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους· ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες, οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε. τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο