<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="721">οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης</l><l n="722">Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.</l><milestone ed="p" n="723" unit="card"/><l n="723"><milestone ed="P" unit="para"/>ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων</l><l n="724">Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,</l><l n="725">εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="726">Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.</l><l n="727">οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα</l><l n="728">τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·</l><l n="729">ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.</l><l n="730">ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,</l><l n="731">ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,</l><l n="732">ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς</l><l n="733">ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,</l><l n="734">καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.</l><l n="735">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·</l><l n="736">πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·</l><l n="737">Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν</l><l n="738">οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται</l><l n="739">παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.</l><l n="740">ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·</l><l n="741">ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν</l><l n="742">ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν</l><l n="743">αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα</l><l n="744">πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε</l><l n="745">δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ</l><l n="746">χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο</l><l n="747">μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.</l></q><l n="748"><milestone ed="P" unit="para"/>ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,</l><l n="749">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε</l><l n="750">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="751">Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,</l></q></div></div></body></text></TEI>