οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής· ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ· καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι, μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ· τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς, οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ. τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ. τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον· οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας. Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς· τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς· εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο, νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,