<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="699">οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες</l><l n="700">ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·</l><l n="701">Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς</l><l n="702">ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,</l><l n="703">ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον</l><l n="704">ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι</l><l n="705">πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·</l><l n="706">τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει</l><l n="707">ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·</l><l n="708">ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.</l><l n="709">ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ</l><l n="710">λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο</l><l n="711">ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.</l><l n="712">οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·</l><l n="713">οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·</l><l n="714">οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,</l><l n="715">οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,</l><l n="716">ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ</l><l n="717">Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα</l><l n="718">ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·</l><l n="719">δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι</l><l n="720">μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,</l><l n="721">οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης</l><l n="722">Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.</l><milestone ed="p" n="723" unit="card"/><l n="723"><milestone ed="P" unit="para"/>ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων</l><l n="724">Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,</l><l n="725">εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="726">Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.</l><l n="727">οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα</l><l n="728">τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·</l><l n="729">ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.</l><l n="730">ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,</l><l n="731">ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,</l><l n="732">ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς</l></q></div></div></body></text></TEI>