<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="690">ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο</l><l n="691">Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν</l><l n="692">Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,</l><l n="693">πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.</l><l n="694">ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο</l><l n="695">ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν</l><l n="696">ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς</l><l n="697">γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·</l><l n="698">αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.</l><l n="699">οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες</l><l n="700">ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·</l><l n="701">Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς</l><l n="702">ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,</l><l n="703">ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον</l><l n="704">ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι</l><l n="705">πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·</l><l n="706">τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει</l><l n="707">ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·</l><l n="708">ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.</l><l n="709">ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ</l><l n="710">λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο</l><l n="711">ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.</l><l n="712">οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·</l><l n="713">οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·</l><l n="714">οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,</l><l n="715">οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,</l><l n="716">ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ</l><l n="717">Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα</l><l n="718">ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·</l><l n="719">δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι</l><l n="720">μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,</l></div></div></body></text></TEI>