<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="685"><milestone ed="P" unit="para"/>ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες</l><l n="686">Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ</l><l n="687">σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο</l><l n="688">ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον</l><l n="689">οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν</l><l n="690">ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο</l><l n="691">Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν</l><l n="692">Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,</l><l n="693">πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.</l><l n="694">ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο</l><l n="695">ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν</l><l n="696">ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς</l><l n="697">γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·</l><l n="698">αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.</l><l n="699">οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες</l><l n="700">ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·</l><l n="701">Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς</l><l n="702">ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,</l><l n="703">ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον</l><l n="704">ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι</l><l n="705">πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·</l><l n="706">τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει</l><l n="707">ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·</l><l n="708">ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.</l><l n="709">ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ</l><l n="710">λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο</l><l n="711">ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.</l><l n="712">οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·</l><l n="713">οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·</l><l n="714">οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,</l><l n="715">οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,</l><l n="716">ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ</l><l n="717">Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα</l><l n="718">ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·</l><l n="719">δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι</l><l n="720">μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,</l><l n="721">οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης</l><l n="722">Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.</l><milestone ed="p" n="723" unit="card"/><l n="723"><milestone ed="P" unit="para"/>ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων</l><l n="724">Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,</l><l n="725">εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="726">Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.</l><l n="727">οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα</l><l n="728">τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·</l><l n="729">ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.</l><l n="730">ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,</l><l n="731">ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,</l><l n="732">ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς</l><l n="733">ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,</l><l n="734">καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.</l><l n="735">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·</l><l n="736">πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·</l><l n="737">Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν</l><l n="738">οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται</l><l n="739">παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.</l><l n="740">ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·</l><l n="741">ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν</l><l n="742">ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν</l><l n="743">αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα</l><l n="744">πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε</l><l n="745">δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ</l><l n="746">χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο</l><l n="747">μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.</l></q><l n="748"><milestone ed="P" unit="para"/>ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,</l><l n="749">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε</l><l n="750">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="751">Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,</l><l n="752">αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·</l><l n="753">αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.</l></q><milestone ed="p" n="754" unit="card"/><l n="754"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς</l><l n="755">κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.</l><l n="756">οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα</l><l n="757">πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.</l><l n="758">αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος</l><l n="759">Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν</l><l n="760">φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.</l><l n="761">τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·</l><l n="762">ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν</l><l n="763">χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,</l><l n="764">οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.</l><l n="765">τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης</l><l n="766">δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο</l><l n="767">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,</l><l n="768">ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·</l><q><l n="769">Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ</l><l n="770">ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος</l><l n="771">Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;</l><l n="772">ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης</l><l n="773">Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.</l></q><l n="774"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="775">Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,</l><l n="776">ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο</l><l n="777">μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·</l><l n="778">ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,</l></q></div></div></body></text></TEI>