<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="67">αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·</l><q><l n="68">Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι</l><l n="69">μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,</l><l n="70">οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·</l><l n="71">ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων</l><l n="72">ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·</l><l n="73">καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι</l><l n="74">μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,</l><l n="75">μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.</l></q><l n="76"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·</l><q><l n="77">οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι</l><l n="78">μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν</l><l n="79">ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος</l><l n="80">Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.</l><milestone ed="p" n="81" unit="card"/></q><l n="81"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον</l><l n="82">χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·</l><l n="83">τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,</l><l n="84">οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.</l><l n="85">τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,</l><l n="86">καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι</l><l n="87">Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.</l><l n="88">τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·</l><l n="89">οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων</l><l n="90">ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.</l><l n="91">Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων</l><l n="92">Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε</l><l n="93">Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·</l><l n="94">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="95">αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε</l><l n="96">μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·</l><l n="97">εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,</l><l n="98">νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.</l><l n="99">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι</l><l n="100">δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,</l><l n="101">Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ</l><l n="102">φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην</l><l n="103">θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται</l><l n="104">αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·</l><l n="105">ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν</l><l n="106">μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·</l><l n="107">νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται</l><l n="108">ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,</l><l n="109">οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι</l><l n="110">νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.</l><l n="111">ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν</l><l n="112">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="113">οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,</l><l n="114">ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.</l><l n="115">ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.</l><l n="116">ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς</l><l n="117">πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε</l><l n="118">ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη</l><l n="119">λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.</l><l n="120">ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον</l><l n="121">τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος</l><l n="122">αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.</l><l n="123">Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει</l><l n="124">καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.</l><milestone ed="p" n="125" unit="card"/></q><l n="125"><milestone ed="P" unit="para"/>ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.</l><l n="126">ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες</l><l n="127">καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν</l><l n="128">οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι</l><l n="129">κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,</l><l n="130">φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·</l></div></div></body></text></TEI>