<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="649">πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.</l><l n="650">Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,</l><l n="651">καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς</l><l n="652">ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.</l><l n="653">ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων</l><l n="654">θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ</l><l n="655">κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="656">τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,</l><l n="657">ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν</l><l n="658">ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,</l><l n="659">ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.</l><l n="660"><milestone ed="P" unit="para"/>τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·</l><l n="661">ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·</l><l n="662">τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.</l><l n="663">ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς</l><l n="664">ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,</l><l n="665">ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·</l><l n="666">πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος</l><q><l n="667">νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,</l><l n="668">ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·</l><l n="669">τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν</l><l n="670">νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.</l><l n="671">τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς</l><l n="672">ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.</l><milestone ed="p" n="673" unit="card"/></q><l n="673"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·</l><l n="674">Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη</l><l n="675">ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο</l><l n="676">λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν</l><l n="677">ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος</l><l n="678">ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·</l><l n="679">ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο</l><l n="680">ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,</l><l n="681">ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου</l><l n="682">θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε</l></div></div></body></text></TEI>