ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν· ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ. Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν, καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν. ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο, ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων, ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος. τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη· ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι· τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν. ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων, ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν, ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι· τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ. τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν· ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων, ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι. ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε, πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο. οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο· Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν, ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς· τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης· ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν. ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο. οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο· οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ· οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας, οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα, ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας· δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ, οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί. ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν, εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι. οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων· ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι. ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν, ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι, καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε· Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας. ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους· ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω. ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους, αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω. ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων. οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν. αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι. τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους· ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες, οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε. τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι· Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός; ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ· ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων, ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς. οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων. νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει· ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.