<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="642">αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.</l><l n="643"><milestone ed="P" unit="para"/>ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος</l><l n="644">Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων</l><l n="645">ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·</l><l n="646">ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ</l><l n="647">ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι</l><l n="648">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων</l><l n="649">πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.</l><l n="650">Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,</l><l n="651">καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς</l><l n="652">ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.</l><l n="653">ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων</l><l n="654">θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ</l><l n="655">κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="656">τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,</l><l n="657">ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν</l><l n="658">ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,</l><l n="659">ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.</l><l n="660"><milestone ed="P" unit="para"/>τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·</l><l n="661">ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·</l><l n="662">τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.</l><l n="663">ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς</l><l n="664">ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,</l><l n="665">ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·</l><l n="666">πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος</l><q><l n="667">νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,</l><l n="668">ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·</l><l n="669">τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν</l><l n="670">νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.</l><l n="671">τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς</l><l n="672">ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.</l><milestone ed="p" n="673" unit="card"/></q><l n="673"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·</l><l n="674">Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη</l><l n="675">ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο</l><l n="676">λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν</l><l n="677">ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος</l><l n="678">ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·</l><l n="679">ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο</l><l n="680">ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,</l><l n="681">ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου</l><l n="682">θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε</l><l n="683">τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα</l><l n="684">ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.</l><l n="685"><milestone ed="P" unit="para"/>ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες</l><l n="686">Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ</l><l n="687">σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο</l><l n="688">ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον</l><l n="689">οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν</l><l n="690">ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο</l><l n="691">Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν</l><l n="692">Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,</l><l n="693">πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.</l><l n="694">ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο</l><l n="695">ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν</l><l n="696">ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς</l><l n="697">γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·</l><l n="698">αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.</l><l n="699">οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες</l><l n="700">ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·</l><l n="701">Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς</l><l n="702">ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,</l><l n="703">ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον</l><l n="704">ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι</l><l n="705">πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·</l><l n="706">τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει</l><l n="707">ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·</l><l n="708">ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.</l><l n="709">ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ</l><l n="710">λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο</l><l n="711">ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.</l><l n="712">οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·</l><l n="713">οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·</l><l n="714">οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,</l><l n="715">οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,</l><l n="716">ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ</l><l n="717">Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα</l><l n="718">ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·</l><l n="719">δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι</l><l n="720">μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,</l><l n="721">οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης</l><l n="722">Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.</l><milestone ed="p" n="723" unit="card"/><l n="723"><milestone ed="P" unit="para"/>ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων</l><l n="724">Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,</l><l n="725">εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="726">Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.</l><l n="727">οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα</l><l n="728">τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·</l><l n="729">ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.</l><l n="730">ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,</l><l n="731">ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,</l><l n="732">ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς</l><l n="733">ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,</l><l n="734">καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.</l><l n="735">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·</l><l n="736">πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·</l><l n="737">Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν</l><l n="738">οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται</l><l n="739">παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.</l><l n="740">ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·</l><l n="741">ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν</l><l n="742">ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν</l><l n="743">αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα</l><l n="744">πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε</l><l n="745">δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ</l><l n="746">χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο</l><l n="747">μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.</l></q><l n="748"><milestone ed="P" unit="para"/>ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,</l><l n="749">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε</l><l n="750">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="751">Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,</l><l n="752">αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·</l><l n="753">αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.</l></q><milestone ed="p" n="754" unit="card"/><l n="754"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς</l><l n="755">κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.</l><l n="756">οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα</l><l n="757">πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.</l><l n="758">αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος</l><l n="759">Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν</l><l n="760">φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.</l><l n="761">τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·</l><l n="762">ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν</l><l n="763">χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,</l><l n="764">οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.</l><l n="765">τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης</l><l n="766">δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο</l><l n="767">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,</l><l n="768">ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·</l><q><l n="769">Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ</l><l n="770">ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος</l><l n="771">Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;</l><l n="772">ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης</l><l n="773">Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.</l></q><l n="774"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="775">Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,</l><l n="776">ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο</l><l n="777">μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·</l><l n="778">ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,</l><l n="779">ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι</l><l n="780">νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.</l><l n="781">οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος</l><l n="782">οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν</l><l n="783">ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.</l><l n="784">νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·</l><l n="785">ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι</l><l n="786">ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.</l><l n="787">πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.</l><milestone ed="p" n="788" unit="card"/></q><l n="788"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·</l><l n="789">βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν</l><l n="790">ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα</l><l n="791">Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην</l><l n="792">Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,</l><l n="793">οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ</l><l n="794">ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.</l><l n="795">οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,</l><l n="796">ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,</l><l n="797">θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ</l><l n="798">κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης</l><l n="799">κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·</l><l n="800">ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,</l><l n="801">χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.</l><l n="802">Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ</l><l n="803">Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="804">ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·</l><l n="805">ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.</l><l n="806">πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,</l><l n="807">εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·</l><l n="808">ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="809">Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·</l><q><l n="810">δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως</l><l n="811">Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,</l><l n="812">ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.</l><l n="813">ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν</l><l n="814">νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.</l><l n="815">ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ</l><l n="816">χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.</l><l n="817">σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων</l><l n="818">ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι</l><l n="819">θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,</l><l n="820">οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.</l><milestone ed="p" n="821" unit="card"/></q><l n="821"><milestone ed="P" unit="para"/>ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις</l><l n="822">αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν</l><l n="823">θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·</l><q><l n="824">Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·</l><l n="825">εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο</l><l n="826">εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,</l><l n="827">τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,</l><l n="828">ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι</l><l n="829">πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς</l><l n="830">μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα</l><l n="831">δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς</l><l n="832">δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="833"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="834">ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.</l><l n="835">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο</l><l n="836">ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.</l><l n="837">ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.</l></div><div type="textpart" subtype="Book" n="14"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,</l><l n="2">ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="3">φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·</l><l n="4">μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.</l><l n="5">ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον</l><l n="6">εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη</l><l n="7">θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·</l><l n="8">αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.</l></q><l n="9"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο</l><l n="10">κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο</l><l n="11">χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.</l><l n="12">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="13">στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς</l><l n="14">τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε</l><l n="15">Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.</l><l n="16">ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ</l><l n="17">ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα</l><l n="18">αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,</l><l n="19">πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,</l><l n="20">ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν</l></div></div></body></text></TEI>