Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται· οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο. πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο, τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν. ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων, αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν· ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ. Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν, καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν. ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο, ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων, ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος. τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη· ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι· τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν. ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,