<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><q><l n="628">νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι</l><l n="629">πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.</l><l n="630">ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.</l><l n="631">Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων</l><l n="632">ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·</l><l n="633">οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι</l><l n="634">Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται</l><l n="635">φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.</l><l n="636">πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος</l><l n="637">μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,</l><l n="638">τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι</l><l n="639">ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.</l><milestone ed="p" n="640" unit="card"/></q><l n="640"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα</l><l n="641">συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,</l><l n="642">αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.</l><l n="643"><milestone ed="P" unit="para"/>ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος</l><l n="644">Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων</l><l n="645">ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·</l><l n="646">ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ</l><l n="647">ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι</l><l n="648">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων</l><l n="649">πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.</l><l n="650">Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,</l><l n="651">καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς</l><l n="652">ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.</l><l n="653">ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων</l><l n="654">θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ</l><l n="655">κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="656">τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,</l><l n="657">ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν</l><l n="658">ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,</l></div></div></body></text></TEI>