<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="597">χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.</l><l n="598">καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,</l><l n="599">αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ</l><l n="600">σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.</l><milestone ed="p" n="601" unit="card"/><l n="601"><milestone ed="P" unit="para"/>Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο</l><l n="602">ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ</l><l n="603">σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.</l><l n="604">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="605">Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,</l><l n="606">Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο</l><l n="607">οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·</l><l n="608">ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ</l><l n="609">ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.</l><l n="610">Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον</l><l n="611">ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν</l><l n="612">ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ</l><l n="613">μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.</l><l n="614">ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης</l><l n="615">ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον</l><l n="616">ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε</l><l n="617">πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,</l><l n="618">ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων</l><l n="619">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="620">λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων</l><l n="621">Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,</l><l n="622">ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς</l><l n="623">ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ</l><l n="624">Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν</l><l n="625">ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·</l><l n="626">οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ</l><l n="627">μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·</l></q></div></div></body></text></TEI>