Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός. ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός. Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος. καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ, αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν. Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος, Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι· ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην. Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο. ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν, ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς, ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν· οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ· νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς. ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος. Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται· οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο. πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο, τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν. ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων, αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν· ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ. Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν, καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν. ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο, ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων, ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος. τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη· ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι· τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν. ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων, ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν, ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι· τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ. τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν· ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων, ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι. ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε, πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο. οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο· Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν, ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς· τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης· ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν. ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο. οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο· οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ· οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας, οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα, ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας· δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ, οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί. ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν, εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·