<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="13"><l n="566">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·</l><l n="567">Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ</l><l n="568">αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα</l><l n="569">γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.</l><l n="570">ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ</l><l n="571">ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες</l><l n="572">ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·</l><l n="573">ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,</l><l n="574">ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν</l><l n="575">ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="576"><milestone ed="P" unit="para"/>Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην</l><l n="577">Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.</l><l n="578">ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν</l><l n="579">μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·</l><l n="580">τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.</l><l n="581"><milestone ed="P" unit="para"/>Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·</l><l n="582">βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι</l><l n="583">ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.</l><l n="584">τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι</l><l n="585">ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.</l><l n="586">Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ</l><l n="587">θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.</l><l n="588">ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν</l><l n="589">θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι</l><l n="590">πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,</l><l n="591">ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο</l><l n="592">πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.</l><l n="593">Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="594">τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ</l><l n="595">ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.</l><l n="596">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων</l></div></div></body></text></TEI>