ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων· Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν. ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν· ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν, ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε. Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν. ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε· τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον· βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε. τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ. Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός. ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός. Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων