ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής. Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν, ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει· τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας. Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν. οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι. ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας. καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης· ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων· Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν. ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν· ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν, ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε. Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν. ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε· τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον· βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε. τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ. Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός. ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός. Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων